Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.135 Joseph. AJ 3.140 (English) >>Joseph. AJ 3.145

3.138ταύτῃ τὰς δύο πλάκας, ἐν αἷς τοὺς δέκα λόγους συγγεγράφθαι συμβεβήκει ἀνὰ πέντε μὲν εἰς ἑκατέραν ἀνὰ δύο δὲ καὶ ἥμισυ κατὰ μέτωπον, ἐγκατέθετο. καὶ ταύτην ἐν τῷ ἀδύτῳ κατατίθησιν. 3.139

Ἐν δὲ τῷ ναῷ τράπεζαν ἱδρύεται Δελφικαῖς παραπλησίαν τὸ μῆκος μὲν δύο πηχῶν, τὸ δὲ πλάτος ἑνὸς πήχεως καὶ σπιθαμῶν τριῶν τὸ ὕψος. ἦσαν δʼ αὐτῇ πόδες τὰ μὲν ἐξ ἡμίσους ἕως τῶν κάτω τελέως ἐξηρτισμένοι οἷς Δωριεῖς προστιθέασι ταῖς κλίναις ἐμφερεῖς, τὸ δὲ πρὸς αὐτὴν ἀνατεῖνον τετράγωνοι τῇ ἐργασίᾳ. 3.140κοιλαίνεται δὲ καθʼ ἕκαστον πλευρὸν κοιλαίνουσά πως κατὰ παλαιστὴν τὸ ἔδαφος ἕλικος περιθεούσης τό τε ἄνω καὶ τὸ κάτω μέρος τοῦ σώματος, καθʼ ἕκαστον δὲ τῶν ποδῶν καὶ ταύτῃ ἐλήλατο κρίκος οὐκ ἄπωθεν τοῦ ἐπιθέματος, διʼ ὧν ᾔεσαν στελεοὶ χρύσεοι ξύλου τἄνερθεν ὄντες, οὐκ ἐξαίρετοι· 3.141κοῖλον γὰρ εἶχεν ἐπʼ αὐτοῖς τὸ κατὰ τοὺς κρίκους κοινωθέντας· οὐδὲ γάρ εἰσι διηνεκεῖς, ἀλλὰ πρὶν συνελθεῖν εἰς τὸ ἄπειρον εἰς περονίδας τὴν ἀρχὴν τελευτῶντες, ὧν μὲν εἰς τὸ προανέχον ἐμβαίνει τῆς τραπέζης, δὲ εἰς τὸν πόδα· καὶ τούτοις κατὰ τὰς ὁδοὺς ἐκομίζετο. 3.142ἐπὶ ταύτης, ἐτίθετο γὰρ ἐν τῷ ναῷ τετραμμένη πρὸς ἄρκτον οὐ πόρρω τοῦ μυχοῦ, διετίθεσαν ἄρτους τε δώδεκα ἀζύμους κατὰ ἓξ ἐπαλλήλους καθαροῦ πάνυ τοῦ ἀλεύρου ἐκ δύο ἀσσάρων, μέτρον Ἑβραίων ἑπτὰ κοτύλας Ἀττικὰς ἔχει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.135 Joseph. AJ 3.140 (English) >>Joseph. AJ 3.145

Powered by PhiloLogic